εὖ οὖν λέγεται ὅτι ἐκ τοῦ τὰ δίκαια πράττειν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων·…

Ἀνάγνωθι Ἰταλιστί · Ἀνάγνωθι Ἀγγλιστί

Ῥῆμα · Τὸ ἀρχέτυπον κείμενον

εὖ οὖν λέγεται ὅτι ἐκ τοῦ τὰ δίκαια πράττειν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· ἐκ δὲ τοῦ μὴ πράττειν ταῦτα οὐδεὶς ἂν οὐδὲ μελλήσειε γίνεσθαι ἀγαθός. ἀλλʼ οἱ πολλοὶ ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὸν λόγον καταφεύγοντες οἴονται φιλοσοφεῖν καὶ οὕτως ἔσεσθαι σπουδαῖοι, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δʼ οὐδὲν τῶν προσταττομένων. ὥσπερ οὖν οὐδʼ ἐκεῖνοι εὖ ἕξουσι τὸ σῶμα οὕτω θεραπευόμενοι, οὐδʼ οὗτοι τὴν ψυχὴν οὕτω φιλοσοφοῦντες.

Aristotele · Etica Nicomachea · II, 4, 1105b9–18 (Bekker)

Ἔργον καὶ πηγαί

Ἡ τῶν λέξεων συμφωνία πρὸς τὴν πηγὴν οὐκ ἔστι φιλολογικὴ κρίσις.

Ἄλλα ῥήματα τοῦ αὐτοῦ συγγραφέως

Πάντα τὰ ῥήματα — Aristotele