Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰς ἑαυτὸ συστραφὲν ἀρκεσθῇ ἑαυτῷ, μὴ…

Ἀνάγνωθι Ἰταλιστί · Ἀνάγνωθι Ἀγγλιστί

Ῥῆμα · Τὸ ἀρχέτυπον κείμενον

Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰς ἑαυτὸ συστραφὲν ἀρκεσθῇ ἑαυτῷ, μὴ ποιοῦν τι ὃ μὴ θέλει, κἂν ἀλόγως παρατάξηται. τί οὖν, ὅταν καὶ μετὰ λόγου καὶ περιεσκεμμένως κρίνῃ περί τινος; διὰ τοῦτο ἀκρόπολίς ἐστιν ἡ ἐλευθέρα παθῶν διάνοια· οὐδὲν γὰρ ὀχυρώτερον ἔχει ἄνθρωπος, ἐφ’ ὃ καταφυγὼν ἀνάλωτος λοιπὸν ἂν εἴη. ὁ μὲν οὖν μὴ ἑωρακὼς τοῦτο ἀμαθής, ὁ δὲ ἑωρακὼς καὶ μὴ καταφεύγων ἀτυχής.

Marco Aurelio · Meditazioni

Ἔργον καὶ πηγαί

Ἡ τῶν λέξεων συμφωνία πρὸς τὴν πηγὴν οὐκ ἔστι φιλολογικὴ κρίσις.

Ἄλλα ῥήματα τοῦ αὐτοῦ συγγραφέως

Πάντα τὰ ῥήματα — Marco Aurelio