Ῥῆμα · Τὸ ἀρχέτυπον κείμενον
Μετὰ δὲ ταῦτα δεῖ συνορᾶν ἀναφέροντα ἐπὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη—οὕτω γὰρ ἡ βεβαιοτάτη πίστις ἔσται,—ὅτι ἡ ψυχὴ σῶμά ἐστι λεπτομερὲς παρʼ ὅλον τὸ ἄθροισμα παρεσπαρμένον, προσεμφερέστατον δὲ πνεύματι θερμοῦ τινα κρᾶσιν ἔχοντι καὶ πῇ μὲν τούτῳ προσεμφερές, πῇ δὲ τούτῳ·